Add parallel Print Page Options

20 Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωῒ σκοτίας ἔτι οὔσης εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου. τρέχει οὖν καὶ ἔρχεται πρὸς Σίμωνα Πέτρον καὶ πρὸς τὸν ἄλλον μαθητὴν ὃν ἐφίλει ὁ Ἰησοῦς, καὶ λέγει αὐτοῖς· Ἦραν τὸν κύριον ἐκ τοῦ μνημείου, καὶ οὐκ οἴδαμεν ποῦ ἔθηκαν αὐτόν. ἐξῆλθεν οὖν ὁ Πέτρος καὶ ὁ ἄλλος μαθητής, καὶ ἤρχοντο εἰς τὸ μνημεῖον. ἔτρεχον δὲ οἱ δύο ὁμοῦ· καὶ ὁ ἄλλος μαθητὴς προέδραμεν τάχιον τοῦ Πέτρου καὶ ἦλθεν πρῶτος εἰς τὸ μνημεῖον, καὶ παρακύψας βλέπει κείμενα τὰ ὀθόνια, οὐ μέντοι εἰσῆλθεν. ἔρχεται οὖν [a]καὶ Σίμων Πέτρος ἀκολουθῶν αὐτῷ, καὶ εἰσῆλθεν εἰς τὸ μνημεῖον· καὶ θεωρεῖ τὰ ὀθόνια κείμενα, καὶ τὸ σουδάριον, ὃ ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ, οὐ μετὰ τῶν ὀθονίων κείμενον ἀλλὰ χωρὶς ἐντετυλιγμένον εἰς ἕνα τόπον· τότε οὖν εἰσῆλθεν καὶ ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδεν καὶ ἐπίστευσεν· οὐδέπω γὰρ ᾔδεισαν τὴν γραφὴν ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. 10 ἀπῆλθον οὖν πάλιν πρὸς [b]αὑτοὺς οἱ μαθηταί.

11 Μαρία δὲ εἱστήκει πρὸς [c]τῷ μνημείῳ ἔξω κλαίουσα. ὡς οὖν ἔκλαιεν παρέκυψεν εἰς τὸ μνημεῖον, 12 καὶ θεωρεῖ δύο ἀγγέλους ἐν λευκοῖς καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ καὶ ἕνα πρὸς τοῖς ποσίν, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ. 13 καὶ λέγουσιν αὐτῇ ἐκεῖνοι· Γύναι, τί κλαίεις; λέγει αὐτοῖς ὅτι Ἦραν τὸν κύριόν μου, καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν. 14 [d]ταῦτα εἰποῦσα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ θεωρεῖ τὸν Ἰησοῦν ἑστῶτα, καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν. 15 λέγει [e]αὐτῇ Ἰησοῦς· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; ἐκείνη δοκοῦσα ὅτι ὁ κηπουρός ἐστιν λέγει αὐτῷ· Κύριε, εἰ σὺ ἐβάστασας αὐτόν, εἰπέ μοι ποῦ ἔθηκας αὐτόν, κἀγὼ αὐτὸν ἀρῶ. 16 λέγει [f]αὐτῇ Ἰησοῦς· [g]Μαριάμ. στραφεῖσα ἐκείνη λέγει αὐτῷ [h]Ἑβραϊστί· Ραββουνι (ὃ λέγεται Διδάσκαλε). 17 λέγει [i]αὐτῇ Ἰησοῦς· Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν [j]πατέρα· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν. 18 ἔρχεται [k]Μαριὰμ ἡ Μαγδαληνὴ [l]ἀγγέλλουσα τοῖς μαθηταῖς ὅτι [m]Ἑώρακα τὸν κύριον καὶ ταῦτα εἶπεν αὐτῇ.

19 Οὔσης οὖν ὀψίας τῇ ἡμέρᾳ ἐκείνῃ τῇ [n]μιᾷ σαββάτων, καὶ τῶν θυρῶν κεκλεισμένων ὅπου ἦσαν οἱ [o]μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἦλθεν ὁ Ἰησοῦς καὶ ἔστη εἰς τὸ μέσον, καὶ λέγει αὐτοῖς· Εἰρήνη ὑμῖν. 20 καὶ τοῦτο εἰπὼν [p]ἔδειξεν τὰς χεῖρας καὶ τὴν πλευρὰν [q]αὐτοῖς. ἐχάρησαν οὖν οἱ μαθηταὶ ἰδόντες τὸν κύριον. 21 εἶπεν οὖν αὐτοῖς [r]ὁ Ἰησοῦς πάλιν· Εἰρήνη ὑμῖν· καθὼς ἀπέσταλκέν με ὁ πατήρ, κἀγὼ πέμπω ὑμᾶς. 22 καὶ τοῦτο εἰπὼν ἐνεφύσησεν καὶ λέγει αὐτοῖς· Λάβετε πνεῦμα ἅγιον· 23 ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας [s]ἀφέωνται αὐτοῖς· ἄν τινων κρατῆτε κεκράτηνται.

24 Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ’ αὐτῶν ὅτε [t]ἦλθεν Ἰησοῦς. 25 ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν κύριον. ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν ἥλων καὶ βάλω [u]μου τὴν χεῖρα εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω.

26 Καὶ μεθ’ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ καὶ Θωμᾶς μετ’ αὐτῶν. ἔρχεται ὁ Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν· Εἰρήνη ὑμῖν. 27 εἶτα λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν χεῖρά σου καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος ἀλλὰ πιστός. 28 [v]ἀπεκρίθη Θωμᾶς καὶ εἶπεν αὐτῷ· Ὁ κύριός μου καὶ ὁ θεός μου. 29 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὅτι ἑώρακάς με πεπίστευκας; μακάριοι οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες.

30 Πολλὰ μὲν οὖν καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς ἐνώπιον τῶν [w]μαθητῶν, ἃ οὐκ ἔστιν γεγραμμένα ἐν τῷ βιβλίῳ τούτῳ· 31 ταῦτα δὲ γέγραπται ἵνα [x]πιστεύητε ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ, καὶ ἵνα πιστεύοντες ζωὴν ἔχητε ἐν τῷ ὀνόματι αὐτοῦ.

21 Μετὰ ταῦτα ἐφανέρωσεν ἑαυτὸν πάλιν [y]ὁ Ἰησοῦς τοῖς μαθηταῖς ἐπὶ τῆς θαλάσσης τῆς Τιβεριάδος· ἐφανέρωσεν δὲ οὕτως. ἦσαν ὁμοῦ Σίμων Πέτρος καὶ Θωμᾶς ὁ λεγόμενος Δίδυμος καὶ Ναθαναὴλ ὁ ἀπὸ Κανὰ τῆς Γαλιλαίας καὶ οἱ τοῦ Ζεβεδαίου καὶ ἄλλοι ἐκ τῶν μαθητῶν αὐτοῦ δύο. λέγει αὐτοῖς Σίμων Πέτρος· Ὑπάγω ἁλιεύειν· λέγουσιν αὐτῷ· Ἐρχόμεθα καὶ ἡμεῖς σὺν σοί. ἐξῆλθον καὶ ἐνέβησαν εἰς τὸ [z]πλοῖον, καὶ ἐν ἐκείνῃ τῇ νυκτὶ ἐπίασαν οὐδέν.

Πρωΐας δὲ ἤδη [aa]γενομένης [ab]ἔστη Ἰησοῦς εἰς τὸν αἰγιαλόν· οὐ μέντοι ᾔδεισαν οἱ μαθηταὶ ὅτι Ἰησοῦς ἐστιν. λέγει οὖν αὐτοῖς [ac]ὁ Ἰησοῦς· Παιδία, μή τι προσφάγιον ἔχετε; ἀπεκρίθησαν αὐτῷ· Οὔ. ὁ δὲ εἶπεν αὐτοῖς· Βάλετε εἰς τὰ δεξιὰ μέρη τοῦ πλοίου τὸ δίκτυον, καὶ εὑρήσετε. ἔβαλον οὖν, καὶ οὐκέτι αὐτὸ ἑλκύσαι [ad]ἴσχυον ἀπὸ τοῦ πλήθους τῶν ἰχθύων. λέγει οὖν ὁ μαθητὴς ἐκεῖνος ὃν ἠγάπα ὁ Ἰησοῦς τῷ Πέτρῳ· Ὁ κύριός ἐστιν. Σίμων οὖν Πέτρος, ἀκούσας ὅτι ὁ κύριός ἐστιν, τὸν ἐπενδύτην διεζώσατο, ἦν γὰρ γυμνός, καὶ ἔβαλεν ἑαυτὸν εἰς τὴν θάλασσαν· οἱ δὲ ἄλλοι μαθηταὶ τῷ πλοιαρίῳ ἦλθον, οὐ γὰρ ἦσαν μακρὰν ἀπὸ τῆς γῆς ἀλλὰ ὡς ἀπὸ πηχῶν διακοσίων, σύροντες τὸ δίκτυον τῶν ἰχθύων.

Ὡς οὖν ἀπέβησαν εἰς τὴν γῆν βλέπουσιν ἀνθρακιὰν κειμένην καὶ ὀψάριον ἐπικείμενον καὶ ἄρτον. 10 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἐνέγκατε ἀπὸ τῶν ὀψαρίων ὧν ἐπιάσατε νῦν. 11 ἀνέβη [ae]οὖν Σίμων Πέτρος καὶ εἵλκυσεν τὸ δίκτυον [af]εἰς τὴν γῆν μεστὸν ἰχθύων μεγάλων ἑκατὸν πεντήκοντα τριῶν· καὶ τοσούτων ὄντων οὐκ ἐσχίσθη τὸ δίκτυον. 12 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ἀριστήσατε. οὐδεὶς [ag]δὲ ἐτόλμα τῶν μαθητῶν ἐξετάσαι αὐτόν· Σὺ τίς εἶ; εἰδότες ὅτι ὁ κύριός ἐστιν. 13 [ah]ἔρχεται [ai]ὁ Ἰησοῦς καὶ λαμβάνει τὸν ἄρτον καὶ δίδωσιν αὐτοῖς, καὶ τὸ ὀψάριον ὁμοίως. 14 τοῦτο ἤδη τρίτον ἐφανερώθη [aj]ὁ Ἰησοῦς τοῖς [ak]μαθηταῖς ἐγερθεὶς ἐκ νεκρῶν.

15 Ὅτε οὖν ἠρίστησαν λέγει τῷ Σίμωνι Πέτρῳ ὁ Ἰησοῦς· Σίμων [al]Ἰωάννου, ἀγαπᾷς με πλέον τούτων; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. 16 λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων [am]Ἰωάννου, ἀγαπᾷς με; λέγει αὐτῷ· Ναί, κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. λέγει αὐτῷ· Ποίμαινε τὰ πρόβατά μου. 17 λέγει αὐτῷ τὸ τρίτον· Σίμων [an]Ἰωάννου, φιλεῖς με; ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον· Φιλεῖς με; καὶ [ao]εἶπεν αὐτῷ· Κύριε, [ap]πάντα σὺ οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. λέγει αὐτῷ [aq]ὁ Ἰησοῦς· Βόσκε τὰ [ar]πρόβατά μου. 18 ἀμὴν ἀμὴν λέγω σοι, ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος [as]σε ζώσει καὶ οἴσει ὅπου οὐ θέλεις. 19 τοῦτο δὲ εἶπεν σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν θεόν. καὶ τοῦτο εἰπὼν λέγει αὐτῷ· Ἀκολούθει μοι.

20 [at]Ἐπιστραφεὶς ὁ Πέτρος βλέπει τὸν μαθητὴν ὃν ἠγάπα ὁ Ἰησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπεν· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; 21 τοῦτον [au]οὖν ἰδὼν ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Κύριε, οὗτος δὲ τί; 22 λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σύ [av]μοι ἀκολούθει. 23 ἐξῆλθεν οὖν [aw]οὗτος ὁ λόγος εἰς τοὺς ἀδελφοὺς ὅτι ὁ μαθητὴς ἐκεῖνος οὐκ ἀποθνῄσκει. [ax]οὐκ εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς ὅτι οὐκ ἀποθνῄσκει ἀλλ’· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ;

24 Οὗτός ἐστιν ὁ μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ [ay]ὁ γράψας ταῦτα, καὶ οἴδαμεν ὅτι ἀληθὴς [az]αὐτοῦ ἡ μαρτυρία ἐστίν. 25 ἔστιν δὲ καὶ ἄλλα πολλὰ [ba]ἃ ἐποίησεν ὁ Ἰησοῦς, ἅτινα ἐὰν γράφηται καθ’ ἕν, οὐδ’ αὐτὸν οἶμαι τὸν κόσμον [bb]χωρήσειν τὰ γραφόμενα [bc]βιβλία.

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:6 καὶ WH Treg NIV ] – RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:10 αὑτοὺς WH ] αὐτοὺς Treg NIV; ἑαυτοὺς RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:11 τῷ μνημείῳ ἔξω κλαίουσα WH Treg NIV ] τὸ μνημεῖον κλαίουσα ἔξω RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:14 ταῦτα WH Treg NIV ] Καὶ ταῦτα RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:15 αὐτῇ WH Treg NIV ] + ὁ RP
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:16 αὐτῇ WH Treg NIV ] + ὁ RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:16 Μαριάμ WH Treg NIV ] Μαρία RP
  8. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:16 Ἑβραϊστί WH Treg NIV ] – RP
  9. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:17 αὐτῇ WH Treg NIV ] + ὁ RP
  10. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:17 πατέρα WH Treg NIV ] + μου RP
  11. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 Μαριὰμ WH Treg NIV ] Μαρία RP
  12. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 ἀγγέλλουσα WH Treg NIV ] ἀπαγγέλλουσα RP
  13. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:18 Ἑώρακα WH Treg NIV ] ἑώρακεν RP
  14. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:19 μιᾷ WH Treg NIV ] + τῶν RP
  15. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:19 μαθηταὶ WH Treg NIV ] + συνηγμένοι RP
  16. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:20 ἔδειξεν NIV ] + καὶ WH Treg; + αὐτοῖς RP
  17. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:20 αὐτοῖς WH Treg NIV ] αὐτοῦ RP
  18. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:21 ὁ Ἰησοῦς WH NIV RP ] – Treg
  19. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:23 ἀφέωνται WH Treg NIV ] ἀφιένται RP
  20. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:24 ἦλθεν WH Treg NIV ] + ὁ RP
  21. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:25 μου τὴν χεῖρα WH Treg NIV ] τὴν χεῖρά μου RP
  22. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:28 ἀπεκρίθη WH Treg NIV ] Καὶ ἀπεκρίθη RP
  23. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:30 μαθητῶν WH Treg ] + αὐτοῦ NIV RP
  24. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 20:31 πιστεύητε WH ] πιστεύσητε Treg NIV RP
  25. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:1 NIV RP ] – WH Treg
  26. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:3 πλοῖον WH Treg NIV ] + εὐθύς RP
  27. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:4 γενομένης NIV RP ] γινομένης WH Treg
  28. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:4 ἔστη WH Treg NIV ] + ὁ RP
  29. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:5 Treg NIV RP ] – WH
  30. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:6 ἴσχυον WH Treg NIV ] ἴσχυσαν RP
  31. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:11 οὖν WH Treg NIV ] – RP
  32. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:11 εἰς τὴν γῆν WH Treg NIV ] ἐπὶ τῆς γῆς RP
  33. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:12 δὲ Treg NIV RP ] – WH
  34. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:13 ἔρχεται WH Treg NIV ] + οὖν RP
  35. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:13 RP ] – WH Treg NIV
  36. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:14 RP ] – WH Treg NIV
  37. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:14 μαθηταῖς WH Treg NIV ] + αὐτοῦ RP
  38. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:15 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  39. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:16 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  40. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 Ἰωάννου WH Treg NIV ] Ἰωνᾶ RP
  41. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 εἶπεν WH Treg RP ] λέγει NIV
  42. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 πάντα σὺ WH Treg NIV ] σὺ πάντα RP
  43. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 NIV RP ] – WH Treg
  44. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:17 πρόβατά WH NIV RP ] προβάτιά Treg
  45. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:18 σε ζώσει NIV RP ] ζώσει σε WH Treg
  46. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:20 Ἐπιστραφεὶς WH Treg NIV ] + δὲ RP
  47. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:21 οὖν WH Treg NIV ] – RP
  48. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:22 μοι ἀκολούθει WH Treg NIV ] ἀκολούθει μοι RP
  49. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:23 οὗτος ὁ λόγος WH Treg NIV ] ὁ λόγος οὗτος RP
  50. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:23 οὐκ εἶπεν δὲ WH Treg NIV ] καὶ οὐκ εἶπεν RP
  51. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:24 WH Treg NIV ] – RP
  52. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:24 αὐτοῦ ἡ μαρτυρία ἐστίν WH Treg NIV ] ἐστίν ἡ μαρτυρία αὐτοῦ RP
  53. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:25 WH Treg NIV ] ὅσα RP
  54. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:25 χωρήσειν WH Treg ] χωρῆσαι NIV RP
  55. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 21:25 βιβλία WH Treg NIV ] + Ἀμήν RP